Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.58 Joseph. AJ 5.62 (English) >>Joseph. AJ 5.66

5.60καὶ Ἰησοῦς πανστρατιᾷ σπεύσας ἐπὶ τὴν βοήθειαν καὶ διʼ ἡμέρας καὶ νυκτὸς ἀνύσας ὄρθριος προσμίγνυσι τοῖς πολεμίοις καὶ τραπεῖσιν εἵπετο διώκων διὰ χωρίων ἐπικλινῶν, Βηθωρὰ καλεῖται. ἔνθα καὶ τὴν τοῦ θεοῦ συνεργίαν ἔμαθεν ἐπισημήναντος αὐτοῦ βρονταῖς τε καὶ κεραυνῶν ἀφέσει καὶ χαλάζης καταφορᾷ μείζονος τῆς συνήθους· 5.61ἔτι γε μὴν καὶ τὴν ἡμέραν αὐξηθῆναι πλέον, ὡς ἂν μὴ καταλαβοῦσα νὺξ ἐπίσχῃ τὸ τῶν Ἑβραίων πρόθυμον, συνέπεσεν, ὥστε καὶ λαμβάνει τοὺς βασιλέας Ἰησοῦς ἔν τινι κρυπτομένους σπηλαίῳ κατὰ Μακχίδα καὶ κολάζει πάντας. ὅτι δὲ τὸ μῆκος τῆς ἡμέρας ἐπέδωκε τότε καὶ τοῦ συνήθους ἐπλεόνασε, δηλοῦται διὰ τῶν ἀνακειμένων ἐν τῷ ἱερῷ γραμμάτων. 5.62

Κατεστραμμένων δʼ οὕτως τῶν περὶ τοὺς βασιλέας, οἳ τοὺς Γεβεωνίτας πολεμήσοντες ἐστράτευσαν, ἐπανῄει πάλιν τῆς Χαναναίας ἐπὶ τὴν ὀρεινὴν Ἰησοῦς καὶ πολὺν τῶν ἐν αὐτῇ φόνον ἐργασάμενος καὶ λείαν λαβὼν παρῆν εἰς τὸ ἐν Γαλγάλοις στρατόπεδον. 5.63τοῦ δὲ περὶ τῆς τῶν Ἑβραίων ἀρετῆς λόγου πολλοῦ φοιτῶντος εἰς τοὺς περιοίκους κατάπληξις εἶχε τοὺς ἀκούοντας τὸ τῶν ἀπολωλότων πλῆθος καὶ στρατεύουσιν ἐπʼ αὐτοὺς οἱ περὶ Λίβανον ὄρος βασιλεῖς ὄντες Χαναναῖοι καὶ οἱ ἐν τοῖς πεδίοις τῶν Χαναναίων Παλαιστίνους προσλαβόντες στρατοπεδεύουσι πρὸς Βηρώθῃ πόλει Γαλιλαίας τῆς ἄνω Κεδέσης οὐ πόρρω· Γαλιλαίων δʼ ἐστὶ καὶ τοῦτο τὸ χωρίον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.58 Joseph. AJ 5.62 (English) >>Joseph. AJ 5.66

Powered by PhiloLogic